22.1.1
Ὅτι κατὰ τὴν ὀγδόην καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους παρὰ Φιλίππου καὶ παρὰ τῶν· προσορούντων τῇ Μακεδονίᾳ. τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων.
22.1.2
Ὅτι κατὰ τὴν Ἑλλάδα Φιλίππου διαφορὰ πρὸς Θετταλοὺς καὶ Περραιβοὺς περὶ τῶν πόλεων ὧν κατεῖχε Φίλιππος ἐκ τῶν Ἀντιοχικῶν καιρῶν τῆς Θετταλίας καὶ Περραιβίας.
22.1.3 ἡ γενομένη δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ τὰ Τέμπη. τὰ κριθέντα διὰ τῶν περὶ τὸν Καικίλιον.
22.1.4
Κρίσις ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ πρὸς τοὺς παρʼ Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας φυγάδας, καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον.
22.1.5
Ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρωνείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα διὰ τούτων. αἰτίαι διʼ ἃς ἐγένετο Ῥωμαίοις πρὸς Περσέα πόλεμος.
22.1.6
Κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ Σελεύκου.
22.1.7 καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτολεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων αὐτοῖς ὑπὸ τῶν προειρημένων βασιλέων.
22.1.8 παρουσία Κοίντου Καικιλίου καὶ μέμψις ὑπὲρ τῶν κατὰ Λακεδαίμονα διῳκημένων.