Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.10.15 Polyb. 22.11.7 (English) >>Polyb. 22.12.4

22.11.4 εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνείας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ πόλεων. 22.11.5 μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελοποννήσου παραγεγονότας. 22.11.6 οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευτὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώνιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, 22.11.7 ἔκ τε τῆς Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν· οὗτοι δʼ ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ τοῦ Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν οἰκείαν. 22.11.8 καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖσθαι παρʼ αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατηγορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα.

22.12.1

ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως τὴν δικαιολογίαν, καὶ διδασκόντων τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην νῦν κεχείρισται διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.10.15 Polyb. 22.11.7 (English) >>Polyb. 22.12.4

Powered by PhiloLogic