Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.13.6 Polyb. 22.13.13 (English) >>Polyb. 22.14.7

22.13.10 καλεῖν δʼ ἐκέλευε κατὰ πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ. 22.13.11 τοῦτο δʼ ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι. 22.13.12 τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν Φίλιππος. 22.13.13 καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τού

22.14.1

του προβάντες ἔλυσαν· κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνόμαστον καὶ τὸν Κάσσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην ἵνα πύθηται περὶ τῶν γεγονότων. 22.14.2 δὲ βασιλεύς, διατραπεὶς ὡς ἔνι μάλιστα καὶ ἀπορήσας ἐπὶ πολὺν χρόνον, τὸν μὲν Κάσσανδρον ἔφη πέμψειν, τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας σύγκλητος. 22.14.3 τὸν δʼ Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρʼ αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδʼ ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι, 22.14.4 τῇ δʼ ἀληθείᾳ δεδιὼς μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων, οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνείτας, ἀλλὰ καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.13.6 Polyb. 22.13.13 (English) >>Polyb. 22.14.7

Powered by PhiloLogic