Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.13.11 Polyb. 22.14.5 (English) >>Polyb. 22.14.12

22.14.3 τὸν δʼ Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρʼ αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδʼ ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι, 22.14.4 τῇ δʼ ἀληθείᾳ δεδιὼς μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων, οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνείτας, ἀλλὰ καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις. 22.14.5 καὶ τέλος τὸν μὲν Ὀνόμαστον ἐξείλετο, τὸν δὲ Κάσσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου φαρμάκῳ διέφθειρεν. 22.14.6 οἱ δὲ περὶ τὸν Ἄππιον, κατεγνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρωνείτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος, τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν. 22.14.7

δὲ βασιλεὺς γενόμενος καθʼ ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λανθάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν.

22.14.8 καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι γένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.13.11 Polyb. 22.14.5 (English) >>Polyb. 22.14.12

Powered by PhiloLogic