22.15.2 κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς
Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων ἐν τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθʼ αὑτοὺς τοῖς περὶ τὸν Ἄππιον.
22.15.3 οἱ δὲ πεισθέντες Κνωσίοις μὲν ἀποκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι μηδὲν ἐξ αὐτῆς νοσφισαμένους.
22.15.4 περὶ δὲ τῶν κατὰ κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν αὐτοῖς ἐξεῖναι μετέχειν,
22.15.5 μὴ βουλομένοις δὲ καὶ τοῦτʼ ἐξεῖναι,
22.15.6 πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν. ἀπέκτειναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.
D. Olymp. 148, 3. Res Aegypti
22.16.1
βασιλέα καὶ θεων αιμα τοῦτον λέγοντες καταχρώμενοι τευξεςθαι τινος ἐλέους καὶ συγγνώμης ἐπὶ τῳ σασθαι τον βαςιλεα ων γε μὴν καὶ βασιλικώτερος. ονων ων ἀθετηθῆναι γὰρ υφ ετερων κρειττον ἦν ἢ πρότερον αὐτὸν ἀθετεῖν τὰς πίστεις καὶ μὴν ἀδικεῖσθαι μᾶλλον η και 〈ανου〉ς φασιν συμπάσχειν τοις αδικοις π ἔγγιστα τῆς θείας φυσεως εἶναι , νους τυγχάνειν τιμῶν η υπ θεὸς γὰρ οὐδεὶς πρότερος κακῶς ποιεῖ τοὺς ανους τα του προς ς θαυμάζουσι μὲν πάντες Φίλιππον διὰ τὴν ορ