Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.16.4 Polyb. 22.17.7 (English) >>Polyb. 22.18.6

22.17.4 οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες πίστιν· 22.17.5 δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. 22.17.6 καὶ παραγενόμενος εἰς τὴν Ναύκρατιν μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν, 22.17.7 τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη πέντε καὶ εἴκοσιν.

E. Olymp. 148, 4. I. Res Macedoniae Et Graeciae 22.18.1

Ὅτι φησὶν Πολύβιος ἐν τῷ εἰκοστῷ δευτέρῳ· περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή. 22.18.2 καίτοι γʼ οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ συστάντος Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα μετὰ τὸν τοῦ Φιλίππου θάνατον· 22.18.3 Περσεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.16.4 Polyb. 22.17.7 (English) >>Polyb. 22.18.6

Powered by PhiloLogic