Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.17.4 Polyb. 22.18.4 (English) >>Polyb. 22.18.10

22.18.2 καίτοι γʼ οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ συστάντος Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα μετὰ τὸν τοῦ Φιλίππου θάνατον· 22.18.3 Περσεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς· 22.18.4 ἑξῆς δὲ ταύτῃ τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρουσίαν Περσέως, 22.18.5 ἔτι δὲ τὴν κατʼ Εὐμένους τοῦ βασιλέως ἐπιβουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι Περσεῖ τὸν πρὸς Ῥωμαίους πόλεμον. 22.18.6 ἐγὼ δέ φημι κυριώτατον μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα γεννᾶται καὶ φύεται τῶν πραγμάτων· συγκέχυται δὲ ταῦτα παρὰ τοῖς πλείστοις τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖσθαι τίνι διαφέρει πρόφασις αἰτίας καὶ πάλιν προφάσεως ἀρχὴ πολέμου. 22.18.7 καὶ νῦν δὲ τῶν πραγμάτων αὐτῶν προσυπομιμνησκόντων ἠνάγκασμαι πάλιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον. 22.18.8 τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα τὰ περὶ τὴν κατὰ τοῦ βασιλέως Εὐμένους ἐπιβουλὴν καὶ τὰ περὶ τὴν τῶν πρεσβευτῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μακεδόνων ἀρχήν·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.17.4 Polyb. 22.18.4 (English) >>Polyb. 22.18.10

Powered by PhiloLogic