Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.18.2 Polyb. 22.18.9 (English) >>Polyb. 22.19.3

22.18.7 καὶ νῦν δὲ τῶν πραγμάτων αὐτῶν προσυπομιμνησκόντων ἠνάγκασμαι πάλιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον. 22.18.8 τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα τὰ περὶ τὴν κατὰ τοῦ βασιλέως Εὐμένους ἐπιβουλὴν καὶ τὰ περὶ τὴν τῶν πρεσβευτῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μακεδόνων ἀρχήν· 22.18.9 αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία. δῆλον δὲ τοῦτʼ ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων. 22.18.10 καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ τοῖς ὑπʼ ἐκείνου κεκριμένοις ἐπιγενέσθαι χειριστὴν τῶν πράξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμας πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δʼ ἐκχωρήσαντος Περσέα γενέσθαι χειριστὴν τῶν πράξεων· 22.18.11 εἰ δὲ τοῦτʼ ἀληθές, κἀκεῖνο σαφές· οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις· πάντα γάρ ἐστι τὰ λεγόμενα παρʼ αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.18.2 Polyb. 22.18.9 (English) >>Polyb. 22.19.3

Powered by PhiloLogic