Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.18.7 Polyb. 22.19.3 (English) >>Polyb. 22.20.4

22.18.11 εἰ δὲ τοῦτʼ ἀληθές, κἀκεῖνο σαφές· οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις· πάντα γάρ ἐστι τὰ λεγόμενα παρʼ αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. —

22.19.1

Ὅτι Φιλοποίμην πρὸς Ἄρχωνα τὸν στρατηγὸν λόγοις τισὶ διεφέρετο. μὲν οὖν Φιλοποίμην εὐδοκήσας ἐκ τοῦ καιροῦ τοῖς λεγομένοις καὶ μεταγνοὺς ἐπῄνει τὸν Ἄρχωνα φιλοφρόνως, ὡς ἐντρεχῶς καὶ πανούργως τῷ καιρῷ κεχρημένον. 22.19.2 ἔμοιγε μήν, φησὶν Πολύβιος, οὔτε τότε παρόντι τὸ ῥηθὲν εὐηρέστησεν, ὥστʼ ἐπαινοῦντά τινα κακῶς ἅμα ποιεῖν, οὔτε μετὰ ταῦτα τῆς ἡλικίας προβαινούσης· 22.19.3 πολὺ γὰρ δή τι μοι δοκεῖ κεχωρίσθαι κατὰ τὴν αἵρεσιν πραγματικὸς ἀνὴρ τοῦ κακοπράγμονος καὶ παραπλησίαν ἔχειν διαφορὰν τῷ κακεντρεχεῖ πρὸς τὸν ἐντρεχῆ· μὲν γάρ ἐστι κάλλιστα τῶν ὄντων ὡς ἔπος εἰπεῖν, δὲ τοὐναντίον· 22.19.4 ἀλλὰ διὰ τὴν νῦν ἐπιπολάζουσαν ἀκρισίαν βραχείας ἔχοντα κοινότητας τὰ προειρημένα τῆς αὐτῆς ἐπισημασίας καὶ ζήλου τυγχάνει παρὰ τοῖς ἀνθρώποις.

II. Res Asiae 22.20.1

Ὅτι Ἀπολλωνίς, Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦ βασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.18.7 Polyb. 22.19.3 (English) >>Polyb. 22.20.4

Powered by PhiloLogic