Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.19.4 Polyb. 22.21.1 (English) >>Polyb. 22.22.5

22.20.5 ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θʼ ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆς θεραπείας. 22.20.6 ἐφʼ οἷς οἱ θεώμενοι μεγάλως 22.20.7 τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνημονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπληροῦντες. 22.20.8 ταῦτα δʼ ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα. —

22.21.1

Ὅτι Ὀρτιάγων Γαλάτης, τῶν ἐν τῇ Ἀσίᾳ βασιλεύων, ἐπεβάλετο τὴν ἁπάντων τῶν Γαλατῶν δυναστείαν εἰς αὑτὸν μεταστῆσαι, 22.21.2 καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐφόδια προσεφέρετο καὶ φύσει καὶ τριβῇ. 22.21.3 καὶ γὰρ εὐεργετικὸς ἦν καὶ μεγαλόψυχος καὶ κατὰ τὰς ἐντεύξεις εὔχαρις καὶ συνετός, 22.21.4 τὸ δὲ συνέχον παρὰ Γαλάταις, ἀνδρώδης ἦν καὶ δυναμικὸς πρὸς τὰς πολεμικὰς χρείας.

III. Res Aegypti 22.22.1

Ὅτι Ἀριστόνικος τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου δʼ ἐγεγόνει σύντροφος τῷ βασιλεῖ. 22.22.2 τῆς δʼ ἡλικίας προβαινούσης ἀνδρωδεστέραν εἶχεν κατʼ εὐνοῦχον τόλμαν καὶ προαίρεσιν. 22.22.3 καὶ γὰρ φύσει στρατιωτικὸς ἦν καὶ τὴν πλείστην ἐποιεῖτο διατριβὴν ἐν τούτοις καὶ περὶ ταῦτα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.19.4 Polyb. 22.21.1 (English) >>Polyb. 22.22.5

Powered by PhiloLogic