Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.3.1 Polyb. 22.3.8 (English) >>Polyb. 22.4.6

22.3.6 ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας παρʼ ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως. 22.3.7 ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν Φιλοποίμην· 22.3.8 γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως. 22.3.9 τελευταίῳ δʼ ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφʼ ἵππου μεσαγκύλῳ. —

22.4.1

Ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. 22.4.2 διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρʼ αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ πέντʼ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις, φασκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.3.1 Polyb. 22.3.8 (English) >>Polyb. 22.4.6

Powered by PhiloLogic