Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.4.5 Polyb. 22.4.11 (English) >>Polyb. 22.5.3

22.4.9 ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς, κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν. 22.4.10 οἱ δʼ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος ἀγαγεῖν. 22.4.11 συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον.

ὧν διακούσαντες οἱ Βοιωτοί, 22.4.12 στρατηγοῦντος Ἱππίου παρʼ αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετʼ ὀλίγον δὲ πάντων ὠλιγώρησαν. διόπερ Φιλοποίμην, 22.4.13 Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν. 22.4.14 ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος. παραυτίκα γὰρ ἔλαχε 22.4.15 τῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκέτι πολιτικῆς διαφορᾶς, ἀλλὰ πολεμικῆς ἔχθρας ἐγένετο καταρχὴ καὶ προοίμιον. 22.4.16 εἰ μὲν οὖν σύγκλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος· νῦν δʼ ἐκείνη τε παρεσιώπησεν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.4.5 Polyb. 22.4.11 (English) >>Polyb. 22.5.3

Powered by PhiloLogic