22.5.4 ὧν οἱ δέκα διακούσαντες ἐπειράθησαν ἑκατέρων στοχάσασθαι κατὰ τὸ δυνατόν. διὰ μὲν γὰρ τοὺς Ἰλιεῖς οὐθὲν ἐβουλεύσαντο περὶ αὐτῶν ἀνήκεστον, τοῖς δὲ Ῥοδίοις χαριζόμενοι προσένειμαν ἐν δωρεᾷ τοὺς Λυκίους.
22.5.5 ἐκ ταύτης τῆς διαλήψεως ἐγενήθη στάσις καὶ διαφορὰ τοῖς Λυκίοις πρὸς αὐτοὺς τοὺς Ῥοδίους οὐκ εὐκαταφρόνητος.
22.5.6 οἱ μὲν γὰρ Ἰλιεῖς ἐπιπορευόμενοι τὰς πόλεις αὐτῶν ἀπήγγελλον ὅτι παρῄτηνται τὴν ὀργὴν τῶν Ῥωμαίων καὶ παραίτιοι γεγόνασιν αὐτοῖς τῆς ἐλευθερίας·
22.5.7 οἱ δὲ περὶ τὸν Θεαίδητον ἐποιήσαντο τὴν ἀγγελίαν ἐν τῇ πατρίδι, φάσκοντες Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου δεδόσθαι Ῥοδίοις ὑπὸ Ῥωμαίων ἐν δωρεᾷ.
22.5.8 λοιπὸν οἱ μὲν Λύκιοι πρεσβεύοντες ἧκον εἰς τὴν Ῥόδον ὑπὲρ συμμαχίας, οἱ δὲ Ῥόδιοι προχειρισάμενοί τινας τῶν πολιτῶν ἐξαπέστελλον τοὺς διατάξοντας ταῖς κατὰ Λυκίαν καὶ Καρίαν πόλεσιν ὡς ἕκαστα δεῖ γενέσθαι.
22.5.9 μεγάλης δʼ οὔσης τῆς παραλλαγῆς περὶ τὰς ἑκατέρων ὑπολήψεις, ἕως μέν τινος οὐ πᾶσιν ἔκδηλος ἦν ἡ διαφορὰ τῶν προειρημένων·
22.5.10 ὡς δʼ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν οἱ Λύκιοι διελέγοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους Ποθίων ὁ πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν ἑκατέρων αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις πᾶν γὰρ ὑπομένειν ἔφασαν μᾶλλον ἢ ποιήσειν Ῥοδίοις τὸ προσταττόμενον.