Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.5.6 Polyb. 22.6.2 (English) >>Polyb. 22.7.2

22.5.10 ὡς δʼ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν οἱ Λύκιοι διελέγοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους Ποθίων πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν ἑκατέρων αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις πᾶν γὰρ ὑπομένειν ἔφασαν μᾶλλον ποιήσειν Ῥοδίοις τὸ προσταττόμενον.

B. Olymp. 148, 1. I. Res Italiae 22.6.1

Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν ἐπὶ Θρᾴκης πόλεων, 22.6.2 καὶ παρὰ Μαρωνειτῶν οἱ φυγάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς αὑτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον, 22.6.3 ἅμα δὲ τούτοις Ἀθαμᾶνες, Περραιβοί, Θετταλοί, φάσκοντες κομίζεσθαι δεῖν αὑτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον. 22.6.4 ἧκον δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατηγορήσαντας ἀπολογησόμενοι. 22.6.5 γενομένων δὲ πλειόνων λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν τοῦ βασιλέως. 22.6.6 καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τεβέριον Κλαύδιον. —

Συνέβαινε τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.5.6 Polyb. 22.6.2 (English) >>Polyb. 22.7.2

Powered by PhiloLogic