Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.7.2 Polyb. 22.7.9 (English) >>Polyb. 22.8.8

22.7.6 ἐξ ὧν ἦν λαμβάνειν ἐκδοχὴν ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν τειχῶν συντελέσει καὶ τῇ καταλύσει τῶν ἐν τῷ Κομπασίῳ διαφθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν. οὐθενὸς δʼ οὔτʼ ἀντειπόντος οὔτε συνηγορήσαντος, 22.7.7 οὕτω πως παρεπέμφθη. 22.7.8

Μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρʼ Εὐμένους πρέσβεις καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσαντο καὶ τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν τοῖς πολλοῖς. 22.7.9 καὶ πλείω δὲ πρὸς ταύτας τὰς ὑποθέσεις διαλεχθέντες καὶ μεγάλην εὔνοιαν καὶ φιλανθρωπίαν τοῦ βασιλέως ἐμφήναντες πρὸς τὸ ἔθνος,

22.8.1

κατέπαυσαν τὸν λόγον. μεθʼ οὓς Ἀπολλωνίδας Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, 22.8.2 εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην. 22.8.3 τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε τῶν ἰδιωτῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν κατὰ μηδʼ ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάντων εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως. 22.8.4 τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπʼ Εὐμένους καθʼ ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.7.2 Polyb. 22.7.9 (English) >>Polyb. 22.8.8

Powered by PhiloLogic