Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.7 Polyb. 22.8 (English) >>Polyb. 22.9

22.8.1

κατέπαυσαν τὸν λόγον. μεθʼ οὓς Ἀπολλωνίδας Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, 22.8.2 εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην. 22.8.3 τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε τῶν ἰδιωτῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν κατὰ μηδʼ ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάντων εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως. 22.8.4 τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπʼ Εὐμένους καθʼ ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην. 22.8.5 νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον. 22.8.6 τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων αἰεὶ γινομένων περὶ τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων, 22.8.7 φανερῶς ἀνάγκη δυεῖν θάτερον τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ κατʼ ἰδίαν συμφέροντος τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν, ἀντιπράττοντας τοῖς αὑτῶν μισθοδόταις. 22.8.8 διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως. 22.8.9

Μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας· 22.8.10 ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας, Ἀττάλῳ παραδοῖεν, τριάκοντα τάλαντα παρʼ αὐτοῦ λαβόντες. 22.8.11 ταῦτʼ οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως. 22.8.12 τοὺς δʼ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δωρεάς, διʼ ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας.

Τοιούτων δὲ γενομένων λόγων, 22.8.13 ἐπὶ τοσοῦτον παρέστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προτεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 22.7 Polyb. 22.8 (English) >>Polyb. 22.9

Powered by PhiloLogic