22.8.5 νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον.
22.8.6 τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων αἰεὶ γινομένων περὶ τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων,
22.8.7 φανερῶς ἀνάγκη δυεῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ κατʼ ἰδίαν συμφέροντος ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν, ἀντιπράττοντας τοῖς αὑτῶν μισθοδόταις.
22.8.8 διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως.
22.8.9
Μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας·
22.8.10 ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας, Ἀττάλῳ παραδοῖεν, τριάκοντα τάλαντα παρʼ αὐτοῦ λαβόντες.
22.8.11 ταῦτʼ οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως.
22.8.12 τοὺς δʼ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δωρεάς, διʼ ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας.
Τοιούτων δὲ γενομένων λόγων,