Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.10.10 Polyb. 23.11.1 (English) >>Polyb. 23.11.7

23.10.15 τοῦτο δʼ ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν ἑξῆς ῥηθησομένων. —

Ὅτι Φίλιππος Μακεδόνων βασιλεὺς πολλοὺς τῶν Μακεδόνων ἀνελὼν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπανεῖλεν, ὥς φασι, τὸν στίχον τοῦτον εἰπών·

Νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.

23.10.16 καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης αὐτοῦ, καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς προειρημένοις ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τούτων συμφοράς. — 23.10.17

Ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις. —

23.11.1

Ὅτι δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος. 23.11.2 ἐν οἷς ἅπασιν ἔστιν ὁρᾶν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας, ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστραφότας, 23.11.3 ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὑτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρτίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας. 23.11.4 καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμβασιλεύοντες ἀλλήλοις·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.10.10 Polyb. 23.11.1 (English) >>Polyb. 23.11.7

Powered by PhiloLogic