Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.10.16 Polyb. 23.11.7 (English) >>Polyb. 23.12.8

23.11.4 καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον διετήρησαν σφῶν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμβασιλεύοντες ἀλλήλοις· 23.11.5 ὅτε δὲ διαφωνήσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην· 23.11.6 τὸ δὲ τελευταῖον ὡσανεὶ κατʼ ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς περὶ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον, 23.11.7 ὅτι παραλαβόντες οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύτην, ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, διʼ οὐθὲν ἕτερον διὰ τὴν πρὸς αὑτοὺς ὁμόνοιαν καὶ συμφωνίαν καὶ τὸ δύνασθαι καταξίωσιν ἀλλήλοις διαφυλάττειν· ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς νοῦν ἐλαμβάνετε, 23.11.8 τὸ δʼ ἐναντίον ἠκονᾶτʼ, ἐμοὶ δοκεῖ, τοὺς κατʼ ἀλλήλων θυμούς.

III. Res Graeciae 23.12.1

Πολύβιος. δʼ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρωστίας, τὰ δʼ ὑπὸ τῆς ἡλικίας βαρυνόμενος· εἶχε γὰρ ἑβδομηκοστὸν ἔτος. 23.12.2 Πολύβιος· διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγάλην πόλιν αὐθημερόν. — 23.12.3

Ὅτι Φιλοποίμην τῶν Ἀχαιῶν στρατηγὸς συλληφθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, ἀνὴρ γενόμενος οὐδενὸς τῶν πρὸ τοῦ κατʼ ἀρετὴν δεύτερος, τῆς τύχης μέντοι γʼ ἥττων, καίτοι δόξας ἐν παντὶ τῷ πρὸ τοῦ βίῳ συνεργὸν ἐσχηκέναι ταύτην·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.10.16 Polyb. 23.11.7 (English) >>Polyb. 23.12.8

Powered by PhiloLogic