Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.16.2 Polyb. 23.16.10 (English) >>Polyb. 23.17.3

23.16.7 ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσιν τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξωνται παραχρῆμα φυλακήν. 23.16.8 ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δεινὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν ὑπὲρ τῶν ὅλων ἐπιτροπήν. 23.16.9 τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ προτεινόμενα. 23.16.10 τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν στρατηγὸς τοὺς πελταστὰς εἰς αὐτὴν παρήγαγεν, 23.16.11 μετὰ δὲ ταῦτα προσλαβὼν τοὺς ἐπιτηδείους ἐκ τοῦ στρατοπέδου παρῆλθεν εἰς τὴν πόλιν καὶ συναγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ πρέποντα τοῖς ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμεταμέλητον αὐτοῖς ἔσεσθαι τὴν πίστιν. 23.16.12 τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων διαλήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατοκαὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν σύνοδον23.16.13 τῶν δʼ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον τοῦ παρʼ αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλοποίμενα, τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ τοῦ ζῆν



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.16.2 Polyb. 23.16.10 (English) >>Polyb. 23.17.3

Powered by PhiloLogic