Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 23.16.7 | Polyb. 23.17.2 (English) | >>Polyb. 23.17.8 |
23.16.12 τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων διαλήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατο — καὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν σύνοδον —
23.16.13 τῶν δʼ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον τοῦ παρʼ αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλοποίμενα , τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ τοῦ ζῆν —
23.17.1
ἡ δʼ Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν , ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολιτείας .
23.17.3 Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην , οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν , διασαφοῦντες ὅτι πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθʼ ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην .
23.17.4 ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρορᾶν , ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφʼ ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώμης .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 23.16.7 | Polyb. 23.17.2 (English) | >>Polyb. 23.17.8 |