Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.17.2 Polyb. 23.17.8 (English) >>Polyb. 23.18.3

23.17.5 εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπόκρισιν, εὐθέως στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν. 23.17.6 ἁθροισθέντων δὲ τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν, 23.17.7 φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης· ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων πρὸς αὑτούς· 23.17.8 τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν μετέχειν τῆς συμπολιτείας. 23.17.9 διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν· εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμφέρον, καθʼ ἕνα μέν, ὅτι τούτους μέλλουσι προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος πίστιν, 23.17.10 καθʼ ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλʼ ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας. 23.17.11 μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν· 23.17.12 δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτωκόσιν μηδὲ διʼ ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.17.2 Polyb. 23.17.8 (English) >>Polyb. 23.18.3

Powered by PhiloLogic