Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.1.7 Polyb. 23.2.2 (English) >>Polyb. 23.2.10

23.1.12 τινὲς μὲν οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιοδοσίαν, τινὲς δʼ ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παραβεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δικαστάς. 23.1.13 καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώρητος ἐκ τῶν κατηγορουμένων.

23.2.1

Ὅθεν σύγκλητος, οὔτʼ αὐτὴ δυναμένη διευκρινεῖν οὔτε τὸν Δημήτριον κρίνουσα δεῖν ἑκάστοις τούτων λόγον ὑπέχειν, 23.2.2 ἅτε καὶ φιλανθρώπως πρὸς αὐτὸν διακειμένη καὶ θεωροῦσα νέον ὄντα κομιδῇ καὶ πολὺ τῆς τοιαύτης συστροφῆς καὶ ποικιλίας ἀπολειπόμενον, 23.2.3 μάλιστα δὲ βουλομένη μὴ τῶν Δημητρίου λόγων ἀκούειν, ἀλλὰ τῆς Φιλίππου γνώμης ἀληθινὴν λαβεῖν πεῖραν, 23.2.4 αὐτὸν Δημήτριον παρέλυσε τῆς δικαιολογίας, ἤρετο δὲ τὸν νεανίσκον καὶ τοὺς σὺν αὐτῷ φίλους εἴ τινα περὶ τούτων ὑπομνηματισμὸν ἔχουσι παρὰ τοῦ βασιλέως. 23.2.5 τοῦ δὲ Δημητρίου φήσαντος ἔχειν καὶ προτείναντός τι βυβλίδιον οὐ μέγα, λέγειν αὐτὸν ἐκέλευσεν ἥνπερ τὰ ὑπομνήματα περιεῖχε πρὸς ἕκαστον τῶν κατηγορουμένων ἀπόφασιν κεφαλαιώδη. 23.2.6 δὲ τὸ μὲν πεποιηκέναι τὸ προσταχθὲν ὑπὸ Ῥωμαίων ἔφασκεν, τὴν αἰτίαν τοῦ μὴ πεπρᾶχθαι τοῖς ἐγκαλοῦσιν ἀνετίθει. 23.2.7 προσέκειτο δὲ πρὸς ταῖς πλείσταις ἀποφάσεσι καίτοι οὐκ ἴσως χρησαμένων ἡμῖν τῶν πρεσβευτῶν τῶν περὶ Καικίλιον ἐν τούτοις καὶ πάλιν καίτοι γε οὐ δικαίως ἡμῶν ταῦτα πασχόντων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.1.7 Polyb. 23.2.2 (English) >>Polyb. 23.2.10

Powered by PhiloLogic