Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.3.2 Polyb. 23.3.8 (English) >>Polyb. 23.4.6

23.3.5 πρὸς μέντοι γε τὴν καθόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη τὴν εἰς τὴν Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέσθαι. 23.3.6 τε γὰρ σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ τὸν Δημήτριον ἐμετεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε δὲ καὶ τὸν Περσέα καὶ τὸν Φίλιππον ἰσχυρῶς τῷ δοκεῖν μὴ διʼ αὐτούς, ἀλλὰ διὰ Δημήτριον τυγχάνειν τῆς παρὰ Ῥωμαίων φιλανθρωπίας. 23.3.7 τε Τίτος ἐκκαλεσάμενος τὸ μειράκιον καὶ προβιβάσας εἰς λόγους ἀπορρήτους, οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν αὐτὴν ὑπόθεσιν. 23.3.8 τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐτίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε, γράψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησιμωτάτων. 23.3.9 ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος Περσεὺς μετʼ ὀλίγον ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ. 23.3.10

Περὶ μὲν οὖν τούτων ὡς ἐχειρίσθη τὰ κατὰ

23.4.1

μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν. ἐπὶ δὲ τούτοις εἰσεκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις. τούτων δʼ ἦσαν διαφοραὶ τέτταρες. 23.4.2 οἱ μὲν γὰρ περὶ Λῦσιν ἥκοντες ὑπὲρ τῶν ἀρχαίων φυγάδων ἐπρέσβευον, φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτήσεις, ἀφʼ ὧν ἐξ ἀρχῆς ἔφυγον·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.3.2 Polyb. 23.3.8 (English) >>Polyb. 23.4.6

Powered by PhiloLogic