Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.3.4 Polyb. 23.4.1 (English) >>Polyb. 23.4.10

23.3.8 τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐτίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε, γράψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησιμωτάτων. 23.3.9 ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος Περσεὺς μετʼ ὀλίγον ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ. 23.3.10

Περὶ μὲν οὖν τούτων ὡς ἐχειρίσθη τὰ κατὰ

23.4.1

μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν. ἐπὶ δὲ τούτοις εἰσεκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις. τούτων δʼ ἦσαν διαφοραὶ τέτταρες. 23.4.2 οἱ μὲν γὰρ περὶ Λῦσιν ἥκοντες ὑπὲρ τῶν ἀρχαίων φυγάδων ἐπρέσβευον, φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτήσεις, ἀφʼ ὧν ἐξ ἀρχῆς ἔφυγον· 23.4.3 οἱ δὲ περὶ τὸν Ἀρέα καὶ τὸν Ἀλκιβιάδην, ἐφʼ ταλαντιαίαν λαβόντες κτῆσιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις τῆς πολιτείας. 23.4.4 Σήριππος δʼ ἐπρέσβευε περὶ τοῦ μένειν τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν. 23.4.5 ἀπὸ δὲ τῶν τεθανατωμένων καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν δόγματα παρῆσαν οἱ περὶ Χαίρωνα, κάθοδον αὑτοῖς ἀξιοῦντες συγχωρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατασταθῆναι τοιαύτην, 23.4.6 ἐποιοῦντο πρὸς τοὺς Ἀχαιοὺς οἰκείους ταῖς ἰδίαις ὑποθέσεσι λόγους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.3.4 Polyb. 23.4.1 (English) >>Polyb. 23.4.10

Powered by PhiloLogic