Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.5.7 Polyb. 23.5.15 (English) >>Polyb. 23.7.2

23.5.12 Ἐγὼ μέν, Δεινοκράτη, πᾶν ἔφη ποιήσω τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πότον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκινηκὼς ἐν τοῖς Ἕλλησιν. 23.5.13 ἐδόκει δὲ τότε βραχύ τι συσταλῆναι καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας αἱρέσεως καὶ φύσεως ἀποδέδωκε. 23.5.14

Πλὴν τότε παρῆν εἰς τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρισθήσεσθαι κατὰ τὴν αὑτοῦ βούλησιν. 23.5.15 οἱ δὲ περὶ τὸν Φιλοποίμενα, σαφῶς ἐπεγνωκότες ὅτι περὶ τῶν Ἑλληνικῶν Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγκλήτου, τὴν ἡσυχίαν εἶχον, καραδοκοῦντες αὐτοῦ τὴν παρουσίαν. 23.5.16 ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δαμιουργοῖς τῶν Ἀχαιῶν, κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, 23.5.17 ἀντέγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν. 23.5.18 τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.

II. Res Graeciae 23.6.1

Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν ὑπὸ τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην, ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς ἔτι παῖς ὢν ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.5.7 Polyb. 23.5.15 (English) >>Polyb. 23.7.2

Powered by PhiloLogic