Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.4.9 Polyb. 23.5.2 (English) >>Polyb. 23.5.11

23.4.15 καὶ πέρας τὰ μὲν ἀπορούμενοι, τὰ δὲ καταπληττόμενοι τοὺς ἄνδρας, ἐπεβάλοντο τὴν σφραγῖδα. 23.4.16 δὲ σύγκλητος προχειρισαμένη Κόιντον Μάρκιον πρεσβευτὴν ἐξαπέστελλεν ἐπί τε τὰ κατὰ Μακεδονίαν καὶ τὰ κατὰ Πελοπόννησον. —

23.5.1

Ὅτι Δεινοκράτης Μεσσήνιος παραγενόμενος εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τίτον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη, νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν23.5.2 ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλεμονκαὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφοράν, παραγενόμενον εἰς τὴν Ἑλλάδα, χειριεῖν τὰ κατὰ τὴν Μεσσήνην πάντα κατὰ τὴν αὐτοῦ προαίρεσιν. 23.5.3 διὸ καὶ παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας. — 23.5.4

Ὅτι Δεινοκράτης Μεσσήνιος ἦν οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ στρατιωτικὸς ἄνθρωπος. 23.5.5 τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός. 23.5.6 ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸς ἦν ἐν τοῖς κατʼ ἰδίαν κινδύνοις. 23.5.7 ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.4.9 Polyb. 23.5.2 (English) >>Polyb. 23.5.11

Powered by PhiloLogic