23.5.1
Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τίτον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη, νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν —
23.5.2 ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλεμον — καὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφοράν, παραγενόμενον εἰς τὴν Ἑλλάδα, χειριεῖν τὰ κατὰ τὴν Μεσσήνην πάντα κατὰ τὴν αὐτοῦ προαίρεσιν.
23.5.3 διὸ καὶ παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας. —
23.5.4
Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος ἦν οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ στρατιωτικὸς ἄνθρωπος.
23.5.5 τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός.
23.5.6 ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸς ἦν ἐν τοῖς κατʼ ἰδίαν κινδύνοις.
23.5.7 ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος,
23.5.8 περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι καὶ προϊδέσθαι τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲ παρασκευάσασθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος, εἰς τέλος ἀδύνατος.