23.5.5 τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός.
23.5.6 ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸς ἦν ἐν τοῖς κατʼ ἰδίαν κινδύνοις.
23.5.7 ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος,
23.5.8 περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι καὶ προϊδέσθαι τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲ παρασκευάσασθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος, εἰς τέλος ἀδύνατος.
23.5.9 καὶ τότε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφʼ ἡμέρας καὶ τοῖς ἀκροάμασι τὰς ἀκοὰς ἀνατεθεικώς.
23.5.10 βραχεῖαν δέ τινα τῆς περιστάσεως ἔμφασιν ὁ Τίτος αὐτὸν ἠνάγκασε λαβεῖν.
23.5.11 ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖς ἱματίοις ὀρχούμενον, παρʼ αὐτὰ μὲν ἐσιώπησε, τῇ δʼ αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι περὶ τῆς πατρίδος ἀξιοῦντος
23.5.12 Ἐγὼ μέν, ὦ Δεινοκράτη, πᾶν ἔφη ποιήσω τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πότον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκινηκὼς ἐν τοῖς Ἕλλησιν.