Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.5.13 Polyb. 23.6.2 (English) >>Polyb. 23.8.1

23.5.18 τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.

II. Res Graeciae 23.6.1

Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν ὑπὸ τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην, ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς ἔτι παῖς ὢν ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ. 23.6.2 τούτους μὲν οὖν λῃσταί τινες περιπεσόντες ἐν τῷ πελάγει διέφθειραν, 23.6.3 οἱ δὲ μετὰ τούτων κατασταθέντες διεκομίσθησαν εἰς τὴν Ῥώμην.

III. Res Macedoniae 23.7.1

Ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὑτῶν χάριν καὶ πίστιν εἰς τὸν Δημήτριον ἀπηρείδοντο καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιήσειν, 23.7.2 οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον, μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κινδύνων23.7.3 προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπʼ αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου παρατριβάς23.7.4 δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδʼ ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὑτῶν χάριν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.5.13 Polyb. 23.6.2 (English) >>Polyb. 23.8.1

Powered by PhiloLogic