Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.5.16 Polyb. 23.7.3 (English) >>Polyb. 23.8.6

23.6.3 οἱ δὲ μετὰ τούτων κατασταθέντες διεκομίσθησαν εἰς τὴν Ῥώμην.

III. Res Macedoniae 23.7.1

Ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὑτῶν χάριν καὶ πίστιν εἰς τὸν Δημήτριον ἀπηρείδοντο καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιήσειν, 23.7.2 οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον, μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κινδύνων23.7.3 προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπʼ αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου παρατριβάς23.7.4 δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδʼ ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὑτῶν χάριν. 23.7.5 οὐ μὴν ἀλλʼ μὲν Φίλιππος ἐπεκρύπτετο τὴν ἐπὶ τούτοις δυσαρέστησιν, δὲ Περσεύς, οὐ μόνον ἐν τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, ἀλλὰ καὶ περὶ τἄλλα πάντα καθυστερῶν καὶ τῇ φύσει καὶ τῇ κατασκευῇ, δυσχερῶς ἔφερε· 23.7.6 τὸ δὲ συνέχον, ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ διὰ τὰς προειρημένας αἰτίας. 23.7.7 διὸ τούς τε φίλους ἔφθειρε τοὺς τοῦ Δημητρίου . —

23.8.1

Ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρεσβευσάντων εἰς Μακεδονίαν, ἀπέβη μὲν ἀπὸ τῶν ἐπὶ Θρᾴκης Ἑλληνίδων πόλεων ὁλοσχερῶς Φίλιππος καὶ τὰς φρουρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ στένων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.5.16 Polyb. 23.7.3 (English) >>Polyb. 23.8.6

Powered by PhiloLogic