Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.7.5 Polyb. 23.8.7 (English) >>Polyb. 23.9.7

23.8.3 τηρῶν δὲ τὴν προκειμένην ὑπόθεσιν, ἐξῆγε στρατιὰν ἐπὶ τοὺς βαρβάρους. 23.8.4 διελθὼν δὲ διὰ μέσης τῆς Θρᾴκης ἐνέβαλεν εἰς Ὀδρύσας καὶ Βέσσους καὶ Δενθηλήτους. 23.8.5 παραγενόμενος δʼ ἐπὶ τὴν προσαγορευομένην Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούντων εἰς τὰς ἀκρωρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν. 23.8.6 μετὰ δὲ ταῦτα πᾶν τὸ πεδίον ἐπιδραμὼν καὶ τοὺς μὲν ἐκπορθήσας, παρʼ ὧν δὲ πίστεις λαβών, ἐπανῆλθε, φρουρὰν καταλιπὼν ἐν τῇ Φιλίππου πόλει. 23.8.7 ταύτην δὲ συνέβη μετά τινα χρόνον ἐκπεσεῖν ὑπὸ τῶν Ὀδρυσῶν, ἀθετησάντων τὰς πρὸς τὸν βασιλέα πίστεις.

B. Olymp. 149, 2. I. Res Italiae 23.9.1

Ὅτι κατὰ τὸ δεύτερον ἔτος σύγκλητος, παραγενομένων πρέσβεων παρʼ Εὐμένους καὶ Φαρνάκου καὶ Φιλίππου καὶ παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πόλιν, ἐχρημάτισε τούτοις. 23.9.2 ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες ὑπὲρ τῆς Σινωπέων ἀτυχίας. 23.9.3 τούτοις μὲν οὖν καὶ τοῖς παρʼ Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν σύγκλητος ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς βασιλεῦσιν ἀμφισβητουμένων. 23.9.4 τοῦ δὲ Κοΐντου Μαρκίου προσφάτως ἐκ τῆς Ἑλλάδος παραγεγονότος καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ περὶ τῶν ἐν Πελοποννήσῳ διασεσαφηκότος, οὐκέτι πολλῶν προσεδεήθη λόγων σύγκλητος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 23.7.5 Polyb. 23.8.7 (English) >>Polyb. 23.9.7

Powered by PhiloLogic