Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.10.10 Polyb. 24.11.1 (English) >>Polyb. 24.11.8

24.10.13 δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδʼ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον· 24.10.14 καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπʼ αὐτοῦ κατʼ ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωροδοκηθείς, 24.10.15 ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας. —

24.11.1

Ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἵρεσιν τῆς πολιτείας. 24.11.2 ἦν γὰρ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, δʼ ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων. 24.11.3 τῇ δʼ αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμπλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ τοὺς Ἀντιοχικοὺς καιρούς, 24.11.4 μὲν Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν προστάξαι ʼκείνους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.10.10 Polyb. 24.11.1 (English) >>Polyb. 24.11.8

Powered by PhiloLogic