Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.10.14 Polyb. 24.11.7 (English) >>Polyb. 24.13.2

24.11.4 μὲν Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν προστάξαι ʼκείνους. 24.11.5 ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις. 24.11.6 δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν παρακαλουμένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατῄνει καὶ συνέπραττεν ἀπροφασίστως, 24.11.7 ὅσα δὲ τούτων ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἷός τʼ ἦν ἐθελοντὴν συνυπακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν· 24.11.8 εἰ δὲ μηδʼ οὕτως πείθοιεν, τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον. —

24.12.1

Ὅτι τοιούτοις ἀπολογισμοῖς Ἀρίσταινος ἐχρῆτο πρὸς τοὺς Ἀχαιοὺς περὶ τῆς ἰδίας αἱρέσεως· ἔφη γὰρ οὐκ εἶναι δυνατὸν καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα προτεινομένους συνέχειν τὴν πρὸς Ῥωμαίους φιλίαν· ἀλλʼ εἰ μὲν οἷοί τʼ ἐσμὲν ἀντοφθαλμεῖν καὶ δυνάμεθα τοῦτο ποιεῖν εἰ δὲ μηδʼ Φιλοποίμην εἰπεῖν τοῦτο τολμᾷ καιροῖς ἕνα Ῥωμαίοις, 24.12.2 διὰ τί ἀδυνάτων ὀρεγόμενοι τὰ δυνατὰ παρίεμεν; δύο γὰρ ἔφη σκοποὺς εἶναι πάσης πολιτείας, τό τε καλὸν καὶ τὸ συμφέρον. οἷς μὲν οὖν ἐφικτός ἐστιν τοῦ καλοῦ κτῆσις, ταύτης ἀντέχεσθαι δεῖν τοὺς ὀρθῶς πολιτευομένους· οἷς δʼ ἀδύνατος, ἐπὶ τὴν τοῦ συμφέροντος μερίδα καταφεύγειν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.10.14 Polyb. 24.11.7 (English) >>Polyb. 24.13.2

Powered by PhiloLogic