Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.11.7 Polyb. 24.13.2 (English) >>Polyb. 24.13.7

24.12.3 τὸ δʼ ἑκατέρων ἀποτυγχάνειν μέγιστον εἶναι τεκμήριον ἀβουλίας. πάσχειν δὲ τοῦτο προφανῶς τοὺς ἀπροφασίστως ὁμολογοῦντας μὲν πᾶν τὸ παραγγελλόμενον, ἀκουσίως δὲ τοῦτο πράττοντας καὶ μετὰ προσκοπῆς· 24.12.4 διόπερ τοῦτʼ εἶναι δεικτέον ὡς ἐσμὲν ἱκανοὶ πρὸς τὸ μὴ πειθαρχεῖν μηδὲ λέγειν τοῦτο τολμῶντας ὑπακουστέον ἑτοίμως εἶναι πᾶσι τοῖς παραγγελλομένοις.

24.13.1

δὲ Φιλοποίμην οὐκ ἐπὶ τοσοῦτον ἔφη δεῖν ἀμαθίαν αὑτοῦ καταγινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν διαφορὰν τοῦ πολιτεύματος τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν μήτε τὴν ὑπερβολὴν τῆς δυνάμεως 24.13.2 ἀλλὰ πάσης ὑπεροχῆς φύσιν ἐχούσης ἀεὶ βαρύτερον χρῆσθαι τοῖς ὑποταττομένοις, πότερον ἔφη συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵνʼ ὡς τάχιστα πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων τοὐναντίον, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, συμπαλαίοντας προσαντέχειν ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον μέλλομεν τελέως 24.13.3 κἂν ἐπιτάττωσιν καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρακαθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας καὶ τὴν πρὸς τοὺς συμμάχους πίστιν. 24.13.4 ἐὰν δʼ αὐτοὶ καταγνόντες τῶν ἰδίων δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς παρασκευάζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιωτῶν καὶ Καπυανῶν τῶν ὁμολογουμένως καὶ πάλαι δουλευόντων;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.11.7 Polyb. 24.13.2 (English) >>Polyb. 24.13.7

Powered by PhiloLogic