Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.12.4 Polyb. 24.13.5 (English) >>Polyb. 24.14.1

24.13.3 κἂν ἐπιτάττωσιν καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρακαθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας καὶ τὴν πρὸς τοὺς συμμάχους πίστιν. 24.13.4 ἐὰν δʼ αὐτοὶ καταγνόντες τῶν ἰδίων δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς παρασκευάζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιωτῶν καὶ Καπυανῶν τῶν ὁμολογουμένως καὶ πάλαι δουλευόντων; 24.13.5 διόπερ ἔφη δεῖν τοῦτο συγχωρεῖν ὡς οὐδὲν ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις μηδὲ τολμῶντας τοῦτο λέγειν χρῆσθαι τοῖς δικαίοις καὶ μὴ προΐεσθαι σφᾶς, ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς πρὸς Ῥωμαίους. 24.13.6 ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν καιρὸς οὗτος, ἐν δεήσει ποιεῖν κατʼ ἀνάγκην πᾶν τὸ παραγγελλόμενον, σαφῶς ἔφη γινώσκειν· ἀλλὰ πότερα τοῦτον ὡς τάχιστά τις ἂν ἰδεῖν βουληθείη γενόμενον τοὐναντίον ὡς βραδύτατα; δοκῶ μὲν γὰρ ὡς βραδύτατα. 24.13.7 διὸ καὶ τούτῳ διαφέρειν ἔφη τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ· ἐκεῖνον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γενόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν· αὐτὸς δὲ πρὸς τοῦτʼ ἀντερείδειν καὶ διωθεῖσθαι, καθʼ ὅσον ἐστὶ δυνατός.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.12.4 Polyb. 24.13.5 (English) >>Polyb. 24.14.1

Powered by PhiloLogic