Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.14.4 Polyb. 24.15.1 (English) >>Polyb. 24.15.9

24.14.9 ἔνθα καὶ Ἀριαράθης τῶν Καππαδοκῶν βασιλεὺς συνέμιξεν αὐτοῖς μετὰ τῆς οἰκείας δυνάμεως, καὶ παρεισῆλθον εἰς τὴν Μωκισσέων χώραν. 24.14.10 ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς ἐπὶ τὰς διαλύσεις. 24.14.11 ὧν ἀκούσας βασιλεὺς Εὐμένης Ἄτταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλοτίμως, ἅμα μὲν ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, ἅμα δὲ βουλόμενος ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι διʼ αὑτοῦ δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ

24.15.1

καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, 24.15.2 ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων· 24.15.3 εἰ δὲ μὴ τοῦτʼ εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους. 24.15.4 τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας· 24.15.5 ἄτοπον γὰρ εἶναι παρόντων πρέσβεων καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.14.4 Polyb. 24.15.1 (English) >>Polyb. 24.15.9

Powered by PhiloLogic