Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.14.7 Polyb. 24.15.4 (English) >>Polyb. 24.15.12

24.15.1

καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, 24.15.2 ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων· 24.15.3 εἰ δὲ μὴ τοῦτʼ εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους. 24.15.4 τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας· 24.15.5 ἄτοπον γὰρ εἶναι παρόντων πρέσβεων καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους· 24.15.6 συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς ἐπὶ Γαλατίας. 24.15.7 οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτω τυχεῖν τὰ πράγματα διεξαγωγῆς. 24.15.8 τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασι· 24.15.9 πάντῃ δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ τὸν Πέργαμον κατὰ θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφʼ οἷς ἂν οἱ πρεσβευταὶ κελεύσωσιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.14.7 Polyb. 24.15.4 (English) >>Polyb. 24.15.12

Powered by PhiloLogic