Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.1.1 Polyb. 24.2.1 (English) >>Polyb. 24.4.1

24.1.4 μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων, 24.1.5 τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν. 24.1.6 μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων τῶν περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούντων περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως, 24.1.7 οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονομουμένων σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς.

II. Res Graeciae 24.2.1

Ὅτι κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώμης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων καὶ κομιζόντων παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προνοηθῆναι περὶ τῆς αὑτῶν καθόδου καὶ σωτηρίας εἰς τὴν οἰκείαν, 24.2.2 ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερθέσθαι τὸ διαβούλιον, ἕως ἂν οἱ παρʼ αὐτῶν ἔλθωσι πρεσβευταί. 24.2.3 ταῦτα δὲ τοῖς φυγάσιν ἀποκριθέντες συνέθεντο τὴν πρὸς Μεσσηνίους στήλην, συγχωρήσαντες αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλανθρώποις καὶ τριῶν ἐτῶν ἀτέλειαν, ὥστε τὴν τῆς χώρας καταφθορὰν μηδὲν ἧττον βλάψαι τοὺς Ἀχαιοὺς Μεσσηνίους. 24.2.4 τῶν δὲ περὶ τὸν Βίππον παραγενομένων ἐκ τῆς Ῥώμης καὶ διασαφούντων γραφῆναι τὰ γράμματα περὶ τῶν φυγάδων οὐ διὰ τὴν τῆς συγκλήτου σπουδήν, ἀλλὰ διὰ τὴν τῶν φυγάδων φιλοτιμίαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.1.1 Polyb. 24.2.1 (English) >>Polyb. 24.4.1

Powered by PhiloLogic