Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.5.6 Polyb. 24.6.4 (English) >>Polyb. 24.7.5

24.6.2 οἱ δʼ Ἀχαιοὶ καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν. δοκεῖ γὰρ δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων. 24.6.3 ταῦτα δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον, υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας τῷ βασιλεῖ περί τε τῶν ὅπλων ὧν πρότερον ἀπέστειλε καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν. 24.6.4 κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ τὸ κατὰ τὸν καιρόν, καθʼ ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς συμμαχίας Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι φιλοτίμως αὐτῷ, 24.6.5 τὸν δὲ Πολύβιον, νεώτερον ὄντα τῆς κατὰ τοὺς νόμους ἡλικίας, διὰ τὸ τήν τε συμμαχίαν αὐτοῦ τὸν πατέρα πρεσβεύσαντα πρὸς Πτολεμαῖον ἀνανεώσασθαι καὶ τὴν δωρεὰν τῶν ὅπλων καὶ τοῦ νομίσματος ἀγαγεῖν τοῖς Ἀχαιοῖς, 24.6.6 παραπλησίως δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προγονικὰς συστάσεις πρὸς τὴν βασιλείαν. 24.6.7 οὐ μὴν συνέβη γε τὴν πρεσβείαν ταύτην ἐξελθεῖν διὰ τὸ μεταλλάξαι τὸν Πτολεμαῖον περὶ τοὺς καιροὺς τούτους. —

24.7.1

Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακεδαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευκὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς ἀγωγῆς τετευχώς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.5.6 Polyb. 24.6.4 (English) >>Polyb. 24.7.5

Powered by PhiloLogic