24.7.1
Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακεδαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευκὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς ἀγωγῆς τετευχώς.
24.7.2 οὗτος ὀχλαγωγῶν καὶ κινήσας ὃ μηθεὶς ἕτερος ἐθάρρει, ταχέως περιεποιήσατο φαντασίαν παρὰ τοῖς πολλοῖς.
24.7.3 καὶ τὸ μὲν πρῶτον ἀφελόμενος τὴν χώραν, ἣν οἱ τύραννοι συνεχώρησαν ταῖς ὑπολειφθείσαις τῶν φυγάδων ἀδελφαῖς καὶ γυναιξὶ καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λεπτοῖς εἰκῇ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν·
24.7.4 μετὰ δὲ ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς προσόδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος, οὐκ ἄρχοντος.
24.7.5 ἐφʼ οἷς τινες ἀγανακτήσαντες ἐσπούδαζον κατασταθῆναι δοκιμαστῆρες τῶν κοινῶν κατὰ τοὺς νόμους.
24.7.6 ὁ δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδαν καὶ μάλιστα δυνάμενον ἐρευνῆσαι τὴν πλεονεξίαν αὐτοῦ, τοῦτον ἀποπορευόμενον ἡμέρας ἐκ βαλανείου προσπέμψας τινὰς ἐξεκέντησεν.
24.7.7 ὧν προσπεσόντων τοῖς Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς γεγονόσιν, ἐξ αὐτῆς ὁ στρατηγὸς ὁρμήσας καὶ παραγενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνίδαν καὶ κατακρίνας ἐποίησε δέσμιον,