Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.7.1 Polyb. 24.7.8 (English) >>Polyb. 24.8.7

24.7.6 δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδαν καὶ μάλιστα δυνάμενον ἐρευνῆσαι τὴν πλεονεξίαν αὐτοῦ, τοῦτον ἀποπορευόμενον ἡμέρας ἐκ βαλανείου προσπέμψας τινὰς ἐξεκέντησεν. 24.7.7 ὧν προσπεσόντων τοῖς Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς γεγονόσιν, ἐξ αὐτῆς στρατηγὸς ὁρμήσας καὶ παραγενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνίδαν καὶ κατακρίνας ἐποίησε δέσμιον, 24.7.8 τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποιεῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους πάλιν, ἃς Χαίρων αὐτῶν ἀφείλετο βραχεῖ χρόνῳ πρότερον. —

24.8.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἀναδόντος Ὑπερβάτου τοῦ στρατηγοῦ διαβούλιον ὑπὲρ τῶν γραφομένων παρὰ Ῥωμαίων ὑπὲρ τῆς τῶν ἐκ Λακεδαίμονος φυγάδων καθόδου τί δεῖ ποιεῖν, 24.8.2 οἱ μὲν περὶ τὸν Λυκόρταν παρεκάλουν μένειν ἐπὶ τῶν ὑποκειμένων, διότι Ῥωμαῖοι ποιοῦσι μὲν τὸ καθῆκον αὐτοῖς, συνυπακούοντες τοῖς ἀκληρεῖν δοκοῦσιν εἰς τὰ μέτρια τῶν ἀξιουμένων· 24.8.3 ὅταν μέντοι γε διδάξῃ τις αὐτοὺς ὅτι τῶν παρακαλουμένων τὰ μέν ἐστιν ἀδύνατα, τὰ δὲ μεγάλην αἰσχύνην ἐπιφέροντα καὶ βλάβην τοῖς φίλοις, οὔτε φιλονικεῖν εἰώθασιν οὔτε παραβιάζεσθαι περὶ τῶν τοιούτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.7.1 Polyb. 24.7.8 (English) >>Polyb. 24.8.7

Powered by PhiloLogic