Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.7.3 Polyb. 24.8.2 (English) >>Polyb. 24.8.9

24.7.8 τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποιεῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους πάλιν, ἃς Χαίρων αὐτῶν ἀφείλετο βραχεῖ χρόνῳ πρότερον. —

24.8.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἀναδόντος Ὑπερβάτου τοῦ στρατηγοῦ διαβούλιον ὑπὲρ τῶν γραφομένων παρὰ Ῥωμαίων ὑπὲρ τῆς τῶν ἐκ Λακεδαίμονος φυγάδων καθόδου τί δεῖ ποιεῖν, 24.8.2 οἱ μὲν περὶ τὸν Λυκόρταν παρεκάλουν μένειν ἐπὶ τῶν ὑποκειμένων, διότι Ῥωμαῖοι ποιοῦσι μὲν τὸ καθῆκον αὐτοῖς, συνυπακούοντες τοῖς ἀκληρεῖν δοκοῦσιν εἰς τὰ μέτρια τῶν ἀξιουμένων· 24.8.3 ὅταν μέντοι γε διδάξῃ τις αὐτοὺς ὅτι τῶν παρακαλουμένων τὰ μέν ἐστιν ἀδύνατα, τὰ δὲ μεγάλην αἰσχύνην ἐπιφέροντα καὶ βλάβην τοῖς φίλοις, οὔτε φιλονικεῖν εἰώθασιν οὔτε παραβιάζεσθαι περὶ τῶν τοιούτων. 24.8.4 διὸ καὶ νῦν, ἐάν τις αὐτοὺς διδάξῃ διότι συμβήσεται τοῖς Ἀχαιοῖς, ἂν πειθαρχήσωσι τοῖς γραφομένοις, παραβῆναι τοὺς ὅρκους, τοὺς νόμους, τὰς στήλας, συνέχει τὴν κοινὴν συμπολιτείαν ἡμῶν, 24.8.5 ἀναχωρήσουσιν καὶ συγκαταθήσονται διότι καλῶς ἐπέχομεν καὶ παραιτούμεθα περὶ τῶν γραφομένων. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Λυκόρταν ἔλεγον· 24.8.6 οἱ δὲ περὶ τὸν Ὑπέρβατον καὶ Καλλικράτην πειθαρχεῖν τοῖς γραφομένοις παρῄνουν καὶ μήτε νόμον μήτε στήλην μήτʼ ἄλλο μηθὲν τούτου νομίζειν ἀναγκαιότερον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 24.7.3 Polyb. 24.8.2 (English) >>Polyb. 24.8.9

Powered by PhiloLogic