24.9.8 διὸ καὶ νῦν ἤδη τινὰς οὐθὲν ἕτερον προσφερομένους δίκαιον πρὸς φιλοδοξίαν, διʼ αὐτὸ τοῦτο τῶν μεγίστων τυγχάνειν τιμῶν παρὰ τοῖς ἰδίοις πολιτεύμασιν διὰ τὸ δοκεῖν ἀντιλέγειν τοῖς ὑφʼ ὑμῶν γραφομένοις, χάριν τοῦ διαμένειν τοὺς νόμους ἰσχυροὺς καὶ τὰ δόγματα τὰ γινόμενα παρʼ αὐτοῖς.
24.9.9 εἰ μὲν οὖν ἀδιαφόρως ἔχουσιν ὑπὲρ τοῦ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας καὶ συνυπακούειν τοῖς γραφομένοις, ἄγειν αὐτοὺς ἐκέλευε τὴν ἀγωγήν, ἣν καὶ νῦν ἄγουσιν·
24.9.10 εἰ δὲ βούλονται γίνεσθαι σφίσι τὰ παραγγελλόμενα καὶ μηθένα καταφρονεῖν τῶν γραφομένων, ἐπιστροφὴν ποιήσασθαι παρεκάλει τοῦ μέρους τούτου τὴν ἐνδεχομένην.
24.9.11 εἰ δὲ μή, σαφῶς εἰδέναι δεῖν ὅτι τἀναντία συμβήσεται ταῖς ἐπινοίαις αὐτῶν· ὃ καὶ νῦν ἤδη γεγονέναι.
24.9.12 πρῴην μὲν γὰρ ἐν τοῖς Μεσσηνιακοῖς πολλὰ ποιήσαντος Κοΐντου Μαρκίου πρὸς τὸ μηδὲν τοὺς Ἀχαιοὺς βουλεύσασθαι περὶ Μεσσηνίων ἄνευ τῆς Ῥωμαίων προαιρέσεως,
24.9.13 παρακούσαντας καὶ ψηφισαμένους αὐτοὺς τὸν πόλεμον οὐ μόνον τὴν χώραν αὐτῶν καταφθεῖραι πᾶσαν ἀδίκως, ἀλλὰ καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν οὓς μὲν φυγαδεῦσαι, τινὰς δʼ αὐτῶν ἐκδότους λαβόντας αἰκισαμένους πᾶσαν αἰκίαν ἀποκτεῖναι, διότι προεκαλοῦντο περὶ τῶν ἀμφισβητουμένων ἐπὶ Ῥωμαίους.
24.9.14 νῦν δὲ πάλιν ἐκ πλείονος χρόνου γραφόντων αὐτῶν ὑπὲρ τῆς καθόδου τῶν ἐκ Λακεδαίμονος φυγάδων, τοσοῦτον ἀπέχειν τοῦ πειθαρχεῖν ὡς καὶ στήλην τεθεῖσθαι καὶ πεποιῆσθαι πρὸς τοὺς κατέχοντας τὴν πόλιν ὅρκους ὑπὲρ τοῦ μηδέποτε κατελεύσεσθαι τοὺς φυγάδας.