Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 25.2.5 Polyb. 25.2.15 (English) >>Polyb. 25.3.8

25.2.12 περιελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν Ἀρταξίας τῆς πλείστης Ἀρμενίας ἄρχων καὶ Ἀκουσίλοχος, 25.2.13 τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος Σαρμάτης, τῶν δʼ αὐτονομουμένων Ἡρακλεῶται, Μεσημβριανοί, Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί. 25.2.14 περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι τὸν Φαρνάκην· ὧν καὶ παραγενηθέντων ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις. 25.2.15 καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος.

B. Olymp. 150, 2. Res Macedoniae 25.3.1

Ὅτι Περσεὺς ἀνανεωσάμενος τὴν φιλίαν τὴν πρὸς Ῥωμαίους εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας. 25.3.2 καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφοὺς καὶ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερόν, διδοὺς οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφʼ ὧν ἕκαστος ἔφυγε. 25.3.3 παρέλυσε δὲ καὶ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν βασιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς φυλακαῖς ἐγκεκλεισμένους ἐπὶ βασιλικαῖς αἰτίαις. 25.3.4 ταῦτα δὲ ποιήσας πολλοὺς ἐμετεώρισε, δοκῶν καλὰς ἐλπίδας ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὑτῷ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 25.2.5 Polyb. 25.2.15 (English) >>Polyb. 25.3.8

Powered by PhiloLogic