Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 25.1.1 Polyb. 25.2.2 (English) >>Polyb. 25.2.11

25.1.1

Πολυβίου δʼ εἰπόντος τριακοσίας αὐτῶν καταλῦσαι πόλεις Τεβέριον Γράκχον, κωμῳδῶν φησι τοῦτο τῷ Γράκχῳ χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους καλοῦντα πόλεις, ὥσπερ ἐν ταῖς θριαμβικαῖς πομπαῖς. 25.1.2 καὶ ἴσως οὐκ ἄπιστον τοῦτο λέγει· καὶ γὰρ οἱ στρατηγοὶ καὶ οἱ συγγραφεῖς ῥᾳδίως ἐπὶ τοῦτο φέρονται τὸ ψεῦσμα, καλλωπίζοντες τὰς πράξεις.

II. Res Asiae 25.2.1

Ὅτι Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς ἐφόδου γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον· πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη καὶ Ἀριαράθην. 25.2.2 τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξαποστειλάντων πρεσβευτὰς παρʼ αὑτῶν πρὸς τὸν Φαρνάκην, καὶ τούτου γενομένου πλεονάκις παρʼ ἑκατέρων, ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις· 25.2.3 εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον. 25.2.4 Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. ὅσαι γεγόνασιν πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας, ἀκύρους ὑπάρχειν. 25.2.5 ὁμοίως Παφλαγονίας ἐκχωρεῖν, ἀποκαταστήσαντα τοὺς οἰκήτορας, οὓς πρότερον ἐξαγηόχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς. 25.2.6 ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 25.1.1 Polyb. 25.2.2 (English) >>Polyb. 25.2.11

Powered by PhiloLogic