26.1.7 οἱ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἱ δὲ μαινόμενον. καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους,
26.1.8 τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον.
26.1.9 καὶ ἐξ ἀπαντήσεως δέ τισιν ἐντυγχάνων, οὓς μὴ ἑωράκει ποτέ, ἐδίδου δωρεὰς ἀπροσδοκήτους.
26.1.10 ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας ὑπερέβαλλε τοὺς βεβασιλευκότας.
26.1.11 τοῦτο δʼ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρʼ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων.
26.1.12 ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις, ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων.
26.1.13 ὅτε καί τινος εἰπόντος Μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ καὶ μηδὲν τὸν ἄνθρωπον προσειπών, ὅπου ʼκεῖνος τῇ ἑξῆς ἐλοῦτο, ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου, τῆς στακτῆς καλουμένης,
26.1.14 ὡς πάντας ἀναστάντας κυλίεσθαι τοὺς λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.