Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.9.8 Polyb. 27.10.2 (English) >>Polyb. 27.11.5

27.9.12 πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ τοὺς ἄνδρας. 27.9.13 ταῦτα δʼ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον.

27.10.1

Τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα συμβαῖνον περὶ τοὺς ὄχλους· 27.10.2 εἰ γάρ τις ἐπιστήσας αὐτοὺς ἤρετο μετὰ παρρησίας εἰ βούλοιντʼ ἂν εἰς ἕνα πεσεῖν τὴν τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω συννοήσαντας παλινῳδίαν ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον· 27.10.3 εἰ δὲ καὶ βραχέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν ἂν παρὰ πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι. 27.10.4 πλὴν τότε γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκφανὴς ἦν τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλομένοις, ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου πέφηνέ τις ἱκανὸς ἀνταγωνιστὴς Ῥωμαίοις. 27.10.5 περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχαριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε διάθεσιν, ἀγνοῶν τὰ φύσει παρεπόμενα τοῖς ἀνθρώποις. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.9.8 Polyb. 27.10.2 (English) >>Polyb. 27.11.5

Powered by PhiloLogic