27.14.1
Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Περσεὺς ἐκ τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, Ἀντήνορος παραγενομένου παρὰ τοῦ Περσέως περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε μεγάλη τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον εἴη ποιεῖν.
27.14.2 τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον οὐδαμῶς ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἤρεσκε.
27.14.3 καὶ τέλος ἐποιήσαντο διάταξιν πρὸς τὸν Περσέα περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως. —
27.15.1
Ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρότερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περσέως. ἡ δʼ αἰτία τοῦ συμβαίνοντος ἐγένετο τοιαύτη.
27.15.2 Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων.
27.15.3 οὗτος υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο.
27.15.4 τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλλάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν.