Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.15.5 Polyb. 27.15.12 (English) >>Polyb. 27.16.3

27.15.9 κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον πραττόμενον ὑπʼ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων. 27.15.10 δὲ Κέφαλος, τἄλλα τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε γνώμης. 27.15.11 ἀρχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα· 27.15.12 πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν ἀγεννῶς μήθʼ ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον. 27.15.13 τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατʼ αὐτοῦ διαβολαῖς καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες ἀλλότριον βουλευομένοις Ῥωμαίων. 27.15.14 ὡς δὲ τοὺς περὶ τὸν Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππομαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ Λυκίσκον πεπιστευμένας κατʼ αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι τὸ μέλλον ἐβουλεύοντο περὶ αὑτῶν. 27.15.15 ἔδοξεν οὖν αὐτοῖς παντὸς πεῖραν λαμβάνειν ἐφʼ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.15.5 Polyb. 27.15.12 (English) >>Polyb. 27.16.3

Powered by PhiloLogic